Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.128 Joseph. AJ 20.134 (English) >>Joseph. AJ 20.139

20.132κελεύει δὲ καὶ τοῖς τῶν Σαμαρέων πρώτοις καὶ τοῖς Ἰουδαίοις Κουμανῷ τε τῷ ἐπιτρόπῳ καὶ Κέλερι, χιλίαρχος δʼ ἦν οὗτος, ἐπʼ Ἰταλίας ἀπιέναι πρὸς τὸν αὐτοκράτορα κριθησομένους ἐπʼ αὐτοῦ περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. 20.133αὐτὸς δὲ δείσας, μὴ τὸ πλῆθος πάλιν τῶν Ἰουδαίων νεωτερίσειεν, εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀφικνεῖται· καταλαμβάνει δʼ αὐτὴν εἰρηνευομένην καὶ πάτριον ἑορτὴν τῷ θεῷ τελοῦσαν. πιστεύσας οὖν μηδένα νεωτερισμὸν παρʼ αὐτῶν γενήσεσθαι καταλιπὼν ἑορτάζοντας ὑπέστρεψεν εἰς Ἀντιόχειαν. 20.134

Οἱ περὶ Κουμανὸν δὲ καὶ τοὺς πρώτους τῶν Σαμαρέων ἀναπεμφθέντες εἰς Ῥώμην λαμβάνουσι παρὰ τοῦ αὐτοκράτορος ἡμέραν, καθʼ ἣν περὶ τῶν πρὸς ἀλλήλους ἀμφισβητήσεων λέγειν ἔμελλον. 20.135σπουδὴ δὲ μεγίστη τῷ Κουμανῷ καὶ τοῖς Σαμαρεῦσιν ἦν παρὰ τῶν Καίσαρος ἀπελευθέρων καὶ φίλων, κἂν περιεγένοντο τῶν Ἰουδαίων, εἰ μή περ Ἀγρίππας νεώτερος ἐν τῇ Ῥώμῃ τυγχάνων κατασπευδομένους ἰδὼν τοὺς τῶν Ἰουδαίων πρώτους ἐδεήθη πολλὰ τῆς τοῦ αὐτοκράτορος γυναικὸς Ἀγριππίνης πεῖσαι τὸν ἄνδρα διακούσαντα πρεπόντως τῇ ἑαυτοῦ δικαιοσύνῃ τιμωρήσασθαι τοὺς αἰτίους τῆς ἀποστάσεως. 20.136καὶ Κλαύδιος τῇ δεήσει ταύτῃ προευτρεπισθεὶς καὶ διακούσας, ὡς εὗρε τῶν κακῶν ἀρχηγοὺς τοὺς Σαμαρείτας γενομένους, τοὺς μὲν ἀναβάντας πρὸς αὐτὸν ἐκέλευσεν ἀναιρεθῆναι, τῷ Κουμανῷ δὲ φυγὴν ἐπέβαλεν, Κέλερα δὲ τὸν χιλίαρχον ἐκέλευσεν ἀγαγόντας εἰς τὰ Ἱεροσόλυμα πάντων ὁρώντων ἐπὶ τὴν πόλιν πᾶσαν σύραντας οὕτως ἀποκτεῖναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.128 Joseph. AJ 20.134 (English) >>Joseph. AJ 20.139

Powered by PhiloLogic